Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.79 Joseph. AJ 17.84 (English) >>Joseph. AJ 17.89

17.82θαυμάσειε δʼ ἄν τις, ὅτι τοσούτων ἐν Ἰουδαίᾳ κατʼ αὐτοῦ κεκινημένων μησὶ πρότερον ἑπτὰ οὐδὲν αὐτῷ δῆλον γένοιτο· αἴτιον δʼ ἦν τε ἀκρίβεια καὶ φυλακὴ τῶν ὁδῶν καὶ μῖσος τῶν ἀνθρώπων τὰ πρὸς Ἀντίπατρον· οὐδεὶς γὰρ ἦν, ὃς προθύμως κινδύνῳ τῷ αὐτοῦ ποριστὴς τῶν ἐκείνου ἀσφαλειῶν καθίστατο. 17.83

Ἡρώδης δὲ Ἀντιπάτρου γεγραφότος πρὸς αὐτόν, ὡς τὰ πάντα χρῆν διαπεπραγμένος ἥξοι ἐν τάχει, ἐπικρυψάμενος τὴν ὀργὴν ἀντεπετίθει, κελεύων μὴ ἀπιέναι τῆς εἰς τὴν ὁδὸν, μὴ καί τι πάσχοι παρὰ τὴν ἐκδημίαν αὐτοῦ, καὶ ἅμα τῆς μητρὸς αὐτοῦ κατηγορῶν ὡς ὀλίγον καταθήσεσθαι μέμψεις ἐπαγγελλόμενος τὰς πρὸς αὐτήν, 17.84ὁπότε ἐκεῖνος ἀφίκοιτο, παντί τε τρόπῳ φιλότητα τὴν πρὸς αὐτὸν ἐνεδείκνυτο, δεδιὼς μὴ καί τι ὑποτοπηθεὶς ὑπερβάλλοιτο μὲν ὁδοὺς τὰς πρὸς αὐτόν, τῇ δὲ Ῥώμῃ ἐνδιαιτώμενος κτήσεις ἐφεδρεύοι τῇ βασιλείᾳ καὶ δὴ καὶ διαπράσσοι τι αὐτῇ. 17.85τούτοις ἐν Κιλικίᾳ τοῖς γράμμασιν ἐπιτυγχάνει, τοῖς δὲ τὴν Φερώρου τελευτὴν διασαφοῦσιν ἐν Τάραντι πρότερον, δεινῶς τε ἤνεγκεν οὐκ εὐνοίᾳ τῇ Φερώρου, διότι δὲ τοῦ πατρὸς τὴν ἀναίρεσιν οὐ διαπραξάμενος ὥσπερ ὑπέσχετο ἀπέθανε. 17.86περὶ δὲ Κελένδεριν τῆς Κιλικίας γενόμενος ἐνεδοίαζεν ἤδη περὶ τοῦ οἴκαδε πλοῦ δεινῶς τῇ ἐκβολῇ τῆς μητρὸς λελυπημένος, καὶ τῶν φίλων οἱ μὲν ἐκέλευον αὐτὸν ταῦτά πῃ καραδοκοῦντα ἀνέχειν, οἱ δὲ μὴ διαμέλλειν τὸν οἴκαδε πλοῦν· λύσειν γὰρ παραγενόμενον αἰτίαν πᾶσαν, ὡς καὶ νῦν οὔτι ἑτέρωθεν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀπουσίαν ἰσχὺν τοῖς κατηγόροις ὑπογενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.79 Joseph. AJ 17.84 (English) >>Joseph. AJ 17.89

Powered by PhiloLogic